Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.].
<<Hdt. 5.110.1 Hdt. 5.111.4 (English) >>Hdt. 5.113.1

5.111.2πυνθάνομαι τὸν Ἀρτυβίου ἵππον ἱστάμενον ὀρθὸν καὶ ποσὶ καὶ στόματι κατεργάζεσθαι πρὸς τὸν ἂν προσενειχθῇ· σὺ ὦν βουλευσάμενος εἰπὲ αὐτίκα ὁκότερον βούλεαι φυλάξας πλῆξαι, εἴτε τὸν ἵππον εἴτε αὐτὸν Ἀρτύβιον.” 5.111.3 εἶπε πρὸς ταῦτα ὀπάων αὐτοῦ· “ βασιλεῦ, ἕτοιμος μὲν ἐγώ εἰμι ποιέειν καὶ ἀμφότερα καὶ τὸ ἕτερον αὐτῶν, καὶ πάντως τὸ ἂν σὺ ἐπιτάσσῃς· ὡς μέντοι ἔμοιγε δοκέει εἶναι τοῖσι σοῖσι πρήγμασι προσφερέστερον, φράσω. 5.111.4 βασιλέα μὲν καὶ στρατηγὸν χρεὸν εἶναι φημὶ βασιλέι τε καὶ στρατηγῷ προσφέρεσθαι. ἤν τε γὰρ κατέλῃς ἄνδρα στρατηγόν, μέγα τοι γίνεται, καὶ δεύτερα, ἢν σὲ ἐκεῖνος, τὸ μὴ γένοιτο, ὑπὸ ἀξιοχρέου καὶ ἀποθανεῖν ἡμίσεα συμφορή· ἡμέας δὲ τοὺς ὑπηρέτας ἑτέροισί τε ὑπηρέτῃσι προσφέρεσθαι καὶ πρὸς ἵππον· τοῦ σὺ τὰς μηχανὰς μηδὲν φοβηθῇς· ἐγὼ γάρ τοι ὑποδέκομαι μή μιν ἀνδρὸς ἔτι γε μηδενὸς στήσεσθαι ἐναντίον.”

ch. 112 5.112.1 ταῦτα εἶπε, καὶ μεταυτίκα συνέμισγε τὰ στρατόπεδα πεζῇ καὶ νηυσί. νηυσὶ μέν νυν Ἴωνες ἄκροι γενόμενοι ταύτην τὴν ἡμέρην ὑπερεβάλοντο τοὺς Φοίνικας, καὶ τούτων Σάμιοι ἠρίστευσαν· πεζῇ δέ, ὡς συνῆλθε τὰ στρατόπεδα, συμπεσόντα ἐμάχοντο. 5.112.2 κατὰ δὲ τοὺς στρατηγοὺς ἀμφοτέρους τάδε ἐγίνετο· ὡς προσεφέρετο πρὸς τὸν Ὀνήσιλον Ἀρτύβιος ἐπὶ τοῦ ἵππου κατήμενος, Ὀνήσιλος κατὰ τὰ συνεθήκατο τῷ ὑπασπιστῇ παίει προσφερόμενον αὐτὸν τὸν Ἀρτύβιον· ἐπιβαλόντος δὲ τοῦ ἵππου τοὺς πόδας ἐπὶ τὴν Ὀνησίλου ἀσπίδα, ἐνθαῦτα Κὰρ δρεπάνῳ πλήξας ἀπαράσσει τοῦ ἵππου τοὺς πόδας.



Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.].
<<Hdt. 5.110.1 Hdt. 5.111.4 (English) >>Hdt. 5.113.1

Powered by PhiloLogic